Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
  2. στρέφοντα, μή σου προσθίγω γενειάδος.
  3. θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
  4. ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
  5. θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
  6. κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
  7. τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
  8. Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
  9. ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
  10. βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
  11. ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
  12. δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
  13. γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
  14. ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
  15. νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
  16. θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
  17. ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
  18. τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
  19. τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
  20. προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,