Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
  2. Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
  3. σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
  4. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
  5. ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
  6. μηδὲν φέρηται τῶν κακιόνων πλέον.
  7. ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
  8. θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
  9. οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
  10. χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
  11. εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
  12. στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
  13. πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
  14. τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
  15. καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
  16. κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
  17. τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
  18. τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
  19. εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·
  20. εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι