Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
  2. ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
  3. Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
  4. κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
  5. εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
  6. κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
  7. ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
  8. ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
  9. τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·
  10. ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,
  11. ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
  12. καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
  13. ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
  14. χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
  15. μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
  16. μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
  17. ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
  18. ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
  19. πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
  20. οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,