Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
  1. μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
  1. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς
  1. ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
  1. ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
  1. ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
  1. τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
  1. πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
Ἑκάβη
  1. οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
  2. ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
  3. δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
  4. ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
  5. ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
  6. οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
  7. ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
  8. ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
  9. ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
  10. πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
  11. πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
  12. ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων