Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτης
  2. ἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
  3. οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳ
  4. μήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
  5. γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶν
  6. τῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.
Ἑκάβη
  1. αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,
  2. πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
  3. κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,
  4. οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶ
  5. κακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.
  6. εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
  7. μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
  8. ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
  9. ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
  1. ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
  1. οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
  2. δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο
  3. φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
  1. οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.