Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. συνδουλεύσω.
  2. σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν
  3. μόσχον δειλαία δειλαίαν
  4. --- ἐσόψῃ,
  5. χειρὸς ἀναρπαστὰν
  6. σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ
  7. γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
  8. τάλαινα κείσομαι.
  9. καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
  10. κλαίω πανδύρτοις θρήνοις,
  11. τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼ
  12. οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
  13. ξυντυχία κρείσσων ἐκύρησεν.
Χορός
  1. καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
  2. Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Ὀδυσσεύς
  1. γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦ
  2. ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.
  3. ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
  4. σφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.
  5. ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης