Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. δισσῶν μύθων ῥήτορες ἦσαν·
  2. γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
  3. τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
  4. αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
  5. λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
  6. πρόσθεν θήσειν ποτὲ λόγχης.
  7. σπουδαὶ δὲ λόγων κατατεινομένων
  8. ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
  9. κόπις ἡδυλόγος δημοχαριστὴς
  10. Λαερτιάδης πείθει στρατιὰν
  11. μὴ τὸν ἄριστον Δαναῶν πάντων
  12. δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,
  13. μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
  14. στάντα φθιμένων
  15. ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
  16. τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
  17. Τροίας πεδίων ἀπέβησαν.
  18. ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
  19. πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
  20. ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.