Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·
  2. γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
  3. τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός
  1. μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
  2. τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
  3. πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι,
  4. αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
Ἑκάβη
  1. Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
  2. τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
  3. ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
  4. εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
  5. καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
  6. σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
  7. ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
  8. κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
  9. καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·
  10. πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
  11. ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
  12. Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
  13. ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον