Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
  2. εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
  3. κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
  4. ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
  5. καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
  6. εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
  7. κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
  8. πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
  9. τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
  10. ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
  11. πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
  12. κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
  13. φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
  14. θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
  15. ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
  16. βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
  17. πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
  18. Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
  19. εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
  20. ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,