Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
  2. Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
  3. κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
  4. λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
  5. Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
  6. Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
  7. λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
  8. θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
  9. χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
  10. δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
  11. ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·
  12. πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
  13. αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
  14. θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
  15. ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
  16. ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
  17. γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
  18. ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
  19. τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
  20. γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·