Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἀμπτάμενος οὐράνιον
  2. ὑψιπετὲς ἐς μέλαθρον,
  3. Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
  4. σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
  5. μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
Χορός
  1. συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
  2. πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Ἀγαμέμνων
  1. κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
  2. πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
  3. Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
  4. πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
  5. φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
Πολυμήστωρ
  1. ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
  2. φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
Ἀγαμέμνων
  1. ἔα·
  2. Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
  3. τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
  4. παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
  5. σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυμήστωρ
  1. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν