Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
  2. Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
  3. σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
  4. μερον τʼ οὐρείαν ἐκβολάν;
  5. πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
  6. ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
  7. φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
  8. τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορός
  1. ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·
  2. δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
  3. δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
Πολυμήστωρ
  1. αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
  2. πλον εὔιππον Ἄρει κάτοχον γένος.
  3. ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
  4. ὢ ἴτε· μόλετε πρὸς θεῶν.
  5. κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
  6. γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
  7. δεινὰ πεπόνθαμεν.
  8. ὤμοι ἐμᾶς λώβας.
  9. ποῖ τράπωμαι, ποῖ πορευθῶ;