Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
Πολυμήστωρ
  1. ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
Ἑκάβη
  1. ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
Πολυμήστωρ
  1. τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
Ἑκάβη
  1. οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
  2. ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
  3. λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
  4. ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
  5. ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
Χορός
  1. οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
Χορός
  1. ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
  2. λέχριος ἐκπεσῇ φίλας καρδίας,
  3. ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
  4. Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
  5. ὀλέθριον ὀλέθριον κακόν.
  6. ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
  7. θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
  8. ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
Πολυμήστωρ
  1. ἔσωθεν
  2. ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.