Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.
- ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς
- τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος.
- τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
- μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
- μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
- χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
- ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας