Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
- σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
- τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
- παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
- σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ
- ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
- δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
- ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
- ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
- κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
- ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
- μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
- ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
- εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
- κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,
- τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
- ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
- σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.
176