Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
- μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
- δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
- πευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφω
- κήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.
- ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαρ
- γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
- ὅστις ἀριθμήσειεν………
- ……ἐφʼ ἡμετέροις ἀχέεσσι
- θάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
- καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν
- ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
- ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί. 184
- καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,
- οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
- ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
- ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
- ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ
- δυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσι
- στέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες