Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
  2. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι,
  3. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸς
  4. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς
  5. κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
  6. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
  7. Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
  8. Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται
  9. οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ
  10. αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
  11. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν
  12. Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν
  13. Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας
  14. δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν
  15. πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.
  16. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
  17. τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες
  18. Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι·
  19. ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
  20. Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας