Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα
  2. λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
  3. αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,
  4. ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
  5. ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
  6. αἱ δʼ, ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο
  7. παρθενικαί, δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαι
  8. σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα
  9. ἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
  10. ὕψι μεταχρονίην· ἡ δʼ οὔποτε πίλναται οὔδει·
  11. ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
  12. πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
  13. πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.
  14. τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
  15. ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
  16. Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
  17. οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δʼ Ἀθήνῃ
  18. βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.
  19. ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
  20. τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι