Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῇ δʼ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·
  2. ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι
  3. ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ
  4. ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,
  5. καπνῷ δʼ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς
  6. ἔδρακες ἠελίοιο. τότʼ αὖ λήξαντος ἀπʼ ἔργων
  7. Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.
  8. ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι
  9. ἤντεον· ἡ δʼ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο
  10. δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.
  11. ὡς δʼ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες
  12. σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,
  13. ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτʼ ὄπισθεν,
  14. ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται·
  15. ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο
  16. Ἀργῴῃ περὶ νηί, Θέτις δʼ ἴθυνε κέλευθον.
  17. καί ῥʼ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,
  18. αὐτίκʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,
  19. ὑψοῦ ἐπʼ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς
  20. ῥώοντʼ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.