Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δʼ ἀπὸ νηὸς
  2. ἤδη πείσματʼ ἔμελλον ἐπʼ ἠιόνεσσι βαλέσθαι,
  3. εἰ μὴ ἄρʼ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς
  4. Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας
  5. κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,
  6. ὄφρʼ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ
  7. κρεγμῷ· παρθενικὴν δʼ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.
  8. νῆα δʼ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα
  9. πρυμνόθεν ὀρνύμενον· ταὶ δʼ ἄκριτον ἵεσαν αὐδήν.
  10. ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων
  11. προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ
  12. Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς·
  13. νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη,
  14. σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,
  15. ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα
  16. Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσεν
  17. πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.
  18. οἱ δʼ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δʼ ὄπαζον
  19. κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
  20. τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·