Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐσσυμένως, δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο,
  2. τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν, ὡς τὸ πάροιθεν.
  3. ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,
  4. δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο
  5. βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο
  6. εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα
  7. ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος
  8. εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.
  9. νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
  10. καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
  11. Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν
  12. θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
  13. τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα
  14. γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς
  15. θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον
  16. ἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν,
  17. ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
  18. αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς
  19. ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
  20. τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς