Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀντομένην σὺν τῇσι· νόῳ δʼ ἔχε, μή με χολώσῃς
  2. πλεῖον ἔτʼ, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.’
  3. ἦ, καὶ ἔπειτʼ ἀίδηλος ἐδύσατο βένθεα πόντου·
  4. τὸν δʼ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτʼ ἰοῦσαν
  5. ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνὴν
  6. χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
  7. ἡ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
  8. νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δʼ αὖτε
  9. ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
  10. ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
  11. αὐτὰρ ὅγʼ ἐξ εὐνῆς ἀνεπάλμενος εἰσενόησεν
  12. παῖδα φίλον σπαίροντα διὰ φλογός· ἧκε δʼ ἀυτὴν
  13. σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἡ δʼ ἀίουσα
  14. τὸν μὲν ἄρʼ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
  15. αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτʼ ὄνειρος,
  16. βῆ ῥʼ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
  17. χωσαμένη· μετὰ δʼ οὔτι παλίσσυτος ἵκετʼ ὀπίσσω.
  18. τῶ μιν ἀμηχανίη δῆσεν φρένας· ἀλλὰ καὶ ἔμπης
  19. πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.
  20. οἱ δʼ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους