Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε
  2. γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·
  3. ‘ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὧς δὲ καὶ αὐτοὺς
  4. ὑμέας Αἰήταο, πρὸ γάρ τʼ ἀναφανδὰ τέτυκται
  5. πάντα μάλʼ, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλʼ ἐπὶ νηὶ
  6. φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
  7. δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
  8. φρουρὸν ὄφιν· τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
  9. ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
  10. ποίησαι· μηδʼ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν
  11. χήτει κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.’
  12. Ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο
  13. γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
  14. ἦκʼ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε·
  15. ‘δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,
  16. Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
  17. κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
  18. εὖτʼ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.’
  19. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ
  20. δεξιτερήν· ἡ δέ σφιν ἐς ἱερὸν ἄλσος ἀνώγει