Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
  2. τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
  3. Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·
  4. καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
  5. πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρη
  6. τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,
  7. ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.’
  8. ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα
  9. τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳ
  10. Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
  11. πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
  12. Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
  13. δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε
  14. ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆς
  15. αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
  16. Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
  17. ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
  18. τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
  19. ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
  20. ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·