Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
  2. ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·
  3. ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
  4. ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·
  5. μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
  6. αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.’
  7. ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
  8. ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
  9. χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
  10. δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.
  11. οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
  12. πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
  13. αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
  14. στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·
  15. ‘Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
  16. εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
  17. δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
  18. κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
  19. ἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιο
  20. χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·