Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.
  2. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης·
  3. δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
  4. δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης,
  5. καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’
  6. ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν.
  7. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
  8. ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου
  9. παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
  10. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ
  11. ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
  12. φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
  13. αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι
  14. θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.
  15. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου
  16. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως
  17. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
  18. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης
  19. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
  20. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,