Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
  2. τοὺς δʼ ὀλοὸν μεσσηγὺ δέος λάβεν εἰσαΐοντας
  3. φθογγήν τε Ζηνός τε βαρὺν χόλον. οὐ γὰρ ἀλύξειν
  4. ἔννεπεν οὔτε πόρους δολιχῆς ἁλός, οὔτε θυέλλας
  5. ἀργαλέας, ὅτε μὴ Κίρκη φόνον Ἀψύρτοιο
  6. νηλέα νίψειεν· Πολυδεύκεα δʼ εὐχετάασθαι
  7. Κάστορά τʼ ἀθανάτοισι θεοῖς ἤνωγε κελεύθους
  8. Αὐσονίης ἔμπροσθε πορεῖν ἁλός, ᾗ ἔνι Κίρκην
  9. δήουσιν, Πέρσης τε καὶ Ἠελίοιο θύγατρα.
  10. ὧς Ἀργὼ ἰάχησεν ὑπὸ κνέφας· οἱ δʼ ἀνόρουσαν
  11. Τυνδαρίδαι, καὶ χεῖρας ἀνέσχεθον ἀθανάτοισιν
  12. εὐχόμενοι τὰ ἕκαστα· κατηφείη δʼ ἔχεν ἄλλους
  13. ἥρωας Μινύας. ἡ δʼ ἔσσυτο πολλὸν ἐπιπρὸ
  14. λαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο·
  15. ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ
  16. ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο
  17. λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περ
  18. τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν.
  19. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας
  20. οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς