Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τηλόθι· τὰς δʼ ἀπέλειπον, ὅσαι Κόλχοισι πάροιθεν
  2. ἑξείης πλήθοντο Λιβυρνίδες εἰν ἁλὶ νῆσοι,
  3. Ἴσσα τε Δυσκέλαδός τε καὶ ἱμερτὴ Πιτύεια.
  4. αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο,
  5. ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην,
  6. ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης,
  7. ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες
  8. ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ
  9. δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν.
  10. τῇ δʼ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ,
  11. αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν
  12. Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ
  13. Ἀτλαντὶς ναίεσκε· τὰ δʼ ἠεροειδέα λεύσσειν
  14. οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς
  15. ἀμφʼ αὐτοῖς Ζηνός τε μέγαν χόλον ἐφράσαθʼ Ἥρη.
  16. μηδομένη δʼ ἄνυσιν τοῖο πλόου, ὦρσεν ἀέλλας
  17. ἀντικρύ, ταῖς αὖτις ἀναρπάγδην φορέοντο
  18. νήσου ἔπι κραναῆς Ἠλεκτρίδος. αὐτίκα δʼ ἄφνω
  19. ἴαχεν ἀνδρομέῃ ἐνοπῇ μεσσηγὺ θεόντων
  20. αὐδῆεν γλαφυρῆς νηὸς δόρυ, τό ῥʼ ἀνὰ μέσσην