Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρην
  2. Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
  3. νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον.
  4. οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
  5. ναίειν, κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο·
  6. βῆ δʼ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
  7. Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
  8. ἥρως Ναυσίθοος· τόθι δʼ εἵσατο, καί μιν ἔπεφνον
  9. Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
  10. ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν
  11. Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται
  12. Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
  13. νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη
  14. καὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
  15. αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
  16. Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
  17. Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
  18. αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας,
  19. νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν·
  20. ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες