Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
  2. ἥρωες δʼ, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
  3. δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματʼ ἔδησαν
  4. Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαὶ
  5. ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι
  6. οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
  7. Ὑλλῆες· πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
  8. μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
  9. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
  10. Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ
  11. ἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆς
  12. ναυτιλίης· πέπρωτο δʼ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
  13. μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
  14. τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
  15. ἀμφὶ πόλιν ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν
  16. οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
  17. οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
  18. Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
  19. δήμῳ Φαιήκων. ὁ γὰρ οἰκία Ναυσιθόοιο
  20. Μάκριν τʼ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,