Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·
  2. τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν
  3. αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
  4. ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα.
  5. σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,
  6. ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε,
  7. ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.
  8. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,
  9. οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
  10. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ
  11. Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
  12. ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο
  13. συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
  14. σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων
  15. δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.
  16. αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
  17. καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
  18. νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου·
  19. οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
  20. εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης