Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο
  2. Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,
  3. οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης
  4. πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ
  5. δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ
  6. δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ·
  7. ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι
  8. γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,
  9. οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.
  10. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,
  11. ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο
  12. ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς
  13. στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς
  14. Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.
  15. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,
  16. θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
  17. συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,
  18. ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
  19. χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
  20. βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ