Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες,
  2. ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς.
  3. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,
  4. λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα
  5. στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ
  6. ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.
  7. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων
  8. ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω
  9. τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.
  10. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις
  11. ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς,
  12. ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες
  13. φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός.
  14. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν
  15. φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη
  16. ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·
  17. ‘οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,
  18. οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι·
  19. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,
  20. μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ