Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
  2. μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος
  3. ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
  4. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
  5. βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν
  6. Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
  7. ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·
  8. οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
  9. ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’
  10. Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον·
  11. ‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις
  12. καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
  13. ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
  14. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·
  15. αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι
  16. μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
  17. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
  18. οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
  19. ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
  20. κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’