Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο;
- μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις,
- ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτʼ ἐμεῖο,
- στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις
- οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης
- αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ
- σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα
- ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον,
- νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω
- δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’
- ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε
- νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι,
- ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων
- μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·
- ‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ.
- ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος,
- ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
- εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
- Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
- οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο.