Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας
  2. νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη
  3. λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι
  4. σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν
  5. ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους.
  6. ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη,
  7. εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα
  8. θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε
  9. αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι.
  10. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην
  11. σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας.
  12. ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω
  13. καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα
  14. φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι,
  15. ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν.
  16. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ
  17. ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς
  18. ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός;
  19. ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν
  20. ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα,