Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
  2. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
  3. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
  4. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·
  5. αὐτὰρ Μήδειάν γε—τὸ γὰρ πέλεν ἀμφήριστον—
  6. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
  7. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,
  8. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
  9. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
  10. ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη,
  11. δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι
  12. νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων
  13. ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν
  14. πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον·
  15. ‘Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν
  16. ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν
  17. ἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες
  18. χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο
  19. ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν;
  20. ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι