Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὔτʼ οὖν Γραυκένιοι, οὔθʼ οἱ περὶ Λαύριον ἤδη
  2. Σίνδοι ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
  3. αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα
  4. Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο,
  5. ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα
  6. βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
  7. δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες
  8. πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
  9. οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν
  10. δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.
  11. τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·
  12. ἐν??δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
  13. βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
  14. αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι
  15. στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.
  16. ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων
  17. μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
  18. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
  19. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν
  20. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,