Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος
  2. Ἥρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν
  3. Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,
  4. ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν
  5. Παφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο.
  6. ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν
  7. ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν
  8. κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ
  9. εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν.
  10. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου,
  11. ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,
  12. ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι.
  13. αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι
  14. ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν
  15. ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτο
  16. πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν·
  17. ‘Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι
  18. νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.
  19. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες
  20. πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.