Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο,
  2. σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων,
  3. τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος
  4. ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων
  5. γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν
  6. νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν,
  7. καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ.
  8. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας
  9. ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων
  10. κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ
  11. εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν,
  12. ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα,
  13. ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων
  14. τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν
  15. πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην.
  16. ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι
  17. νῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο,
  18. αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης
  19. τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶν
  20. ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.