Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς,
  2. εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
  3. ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς
  4. ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων
  5. φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο.
  6. κύσσε δʼ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
  7. σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρὸν
  8. ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρὶ
  9. κάλλιπε παρθενίης, ἀδινῇ δʼ ὀλοφύρατο φωνῇ·
  10. ‘τόνδε τοι ἀντʼ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,
  11. μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·
  12. χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
  13. ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.’
  14. ὧς ἄρʼ ἔφη· βλεφάρων δὲ κατʼ ἀθρόα δάκρυα χεῦεν.
  15. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο
  16. ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,
  17. οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
  18. ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
  19. εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης·
  20. τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.