Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀσπίδας ἡμίσεες, δῄων θοὸν ἔχμα βολάων,
  2. προσχόμενοι νόστῳ ἐπαμύνετε. νῦν δʼ ἐνὶ χερσὶν
  3. παῖδας ἑοὺς πάτρην τε φίλην, γεραρούς τε τοκῆας
  4. ἴσχομεν· ἡμετέρῃ δʼ ἐπερείδεται Ἑλλὰς ἐφορμῇ,
  5. ἠὲ κατηφείην, ἢ καὶ μέγα κῦδος ἀρέσθαι.’
  6. ὧς φάτο, δῦνε δὲ τεύχεʼ ἀρήια· τοὶ δʼ ἰάχησαν
  7. θεσπέσιον μεμαῶτες. ὁ δὲ ξίφος ἐκ κολεοῖο
  8. σπασσάμενος πρυμναῖα νεὼς ἀπὸ πείσματʼ ἔκοψεν.
  9. ἄγχι δὲ παρθενικῆς κεκορυθμένος ἰθυντῆρι
  10. Ἀγκαίῳ παρέβασκεν· ἐπείγετο δʼ εἰρεσίῃ νηῦς
  11. σπερχομένων ἄμοτον ποταμοῦ ἄφαρ ἐκτὸς ἐλάσσαι.
  12. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις
  13. Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο.
  14. ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δέ πόντου
  15. κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο,
  16. ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης
  17. φυλλοχόῳ ἐνὶ μηνί—τίς ἂν τάδε τεκμήραιτο;
  18. ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας,
  19. κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ
  20. Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν