Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις
  2. ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.
  3. Ἠὼς μέν ῥ̓ ἐπὶ γαῖαν ἐκίδνατο, τοὶ δʼ ἐς ὅμιλον
  4. ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες
  5. λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος
  6. ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν.
  7. Αἰσονίδης δʼ ἄλλους μὲν ἐρήτυε, τῷ δʼ ἐπὶ φᾶρος
  8. κάββαλε νηγάτεον· πρύμνῃ δʼ ἐνεείσατο κούρην
  9. ἀνθέμενος, καὶ τοῖον ἔπος μετὰ πᾶσιν ἔειπεν·
  10. ‘μηκέτι νῦν χάζεσθε, φίλοι, πάτρηνδε νέεσθαι.
  11. ἤδη γὰρ χρειώ, τῆς εἵνεκα τήνδʼ ἀλεγεινὴν
  12. ναυτιλίην ἔτλημεν ὀιζύι μοχθίζοντες,
  13. εὐπαλέως κούρης ὑπὸ δήνεσι κεκράανται.
  14. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν
  15. κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης
  16. αὐτῶν θʼ ὑμείων ἐσθλὴν ἐπαρωγὸν ἐοῦσαν
  17. σώετε. δὴ γάρ που, μάλʼ ὀίομαι, εἶσιν ἐρύξων
  18. Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.
  19. ἀλλʼ οἱ μὲν διὰ νηός, ἀμοιβαδὶς ἀνέρος ἀνὴρ
  20. ἑζόμενος, πηδοῖσιν ἐρέσσετε· τοὶ δὲ βοείας