Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειὰς
  2. αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
  3. τὰς δʼ αἰσχροῖς ἥρωες ἐπεστοβέεσκον ἔπεσσιν
  4. χλεύῃ γηθόσυνοι· γλυκερὴ δʼ ἀνεδαίετο τοῖσιν
  5. κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
  6. μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
  7. ἀνδράσι δηριόωνται, ὅτʼ Ἀπόλλωνα θυηλαῖς
  8. Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.
  9. ἀλλʼ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματʼ ἔλυσαν,
  10. μνήσατʼ ἔπειτʼ Εὔφημος ὀνείρατος ἐννυχίοιο,
  11. ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
  12. δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
  13. ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,
  14. ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
  15. παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι
  16. ἄσχετον ἱμερθείς· ὀλοφύρετο δʼ ἠύτε κούρην
  17. ζευξάμενος, τήν τʼ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·
  18. ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκʼ ἐπέεσσιν·
  19. ‘Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
  20. οὐ κούρη· τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.