Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.
  2. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,
  3. κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα
  4. φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν
  5. αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων
  6. ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.
  7. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην
  8. ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο
  9. λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ
  10. χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων
  11. γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν·
  12. καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ
  13. μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.
  14. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο
  15. γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν,
  16. τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.
  17. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν
  18. αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
  19. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
  20. αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε