Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
  2. ὡς δʼ ὅτʼ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
  3. στέλλῃ, ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,
  4. εἶθαρ ἐπιτροχάων, ὁ δʼ ἐπʼ αὐχένι γαῦρος ἀερθεὶς
  5. ἕσπεται, ἀργινόεντα δʼ ἐνὶ στομάτεσσι χαλινὰ
  6. ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
  7. ὧς ὅγʼ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
  8. ἦγʼ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο
  9. κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστʼ ἐπὶ νηδὺν
  10. ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
  11. αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
  12. κήτεος ὁλκαίη μηκύνετο· κόπτε δʼ ἀκάνθαις
  13. ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις
  14. μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
  15. τόφρα δʼ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
  16. νισσομένην· δῦ δʼ αἶψα μέγαν βυθόν· οἱ δʼ ὁμάδησαν
  17. ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
  18. ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηὸς
  19. ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
  20. βωμοί· ἐπεὶ κεῖνʼ ἦμαρ ἐπέσχεθον. αὐτὰρ ἐς ἠῶ