Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀγκῶνος τέτατʼ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
  2. ἀλλʼ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μήτις ἀνίη
  3. γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.’
  4. Ἴσκεν ἐυφρονέων· οἱ δʼ αἶψʼ ἐπὶ νηὸς ἔβησαν
  5. λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
  6. καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὁ τείως
  7. τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
  8. εἰσβαίνειν· μετὰ δʼ οὔτις ἐσέδρακεν, οἷον ἄφαντος
  9. αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δʼ ἰάνθη
  10. θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
  11. καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
  12. ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
  13. αἶψα δʼ ὅγʼ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας
  14. σφάξε κατὰ πρύμνης, ἐπὶ δʼ ἔννεπεν εὐχωλῇσιν·
  15. ‘δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδʼ ἐφαάνθης,
  16. εἴτε σέγε Τρίτωνʼ, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
  17. ἢ Νηρῆα θύγατρες ἐπικλείουσʼ ἁλοσύδναι,
  18. ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.’
  19. ἦ ῥʼ, ἅμα δʼ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
  20. ἧκε κατὰ πρύμνης· ὁ δὲ βένθεος ἐξεφαάνθη