Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·
  2. ‘Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
  3. ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἔνισπε.
  4. δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις
  5. χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
  6. νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
  7. χεῦμα διʼ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν,
  8. πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.’
  9. ὧς ἄρʼ ἔφη· ὁ δὲ χεῖρα τανύσσατο, δεῖξε δʼ ἄπωθεν
  10. φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·
  11. ‘κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
  12. βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαὶ
  13. ῥηγμῖνες φρίσσουσι διαυγέες· ἡ δὲ μεσηγὺ
  14. ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
  15. κεῖνο δʼ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
  16. εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλʼ ἐπὶ χειρὸς
  17. δεξιτερῆς, λίμνηθεν ὅτʼ εἰς ἁλὸς οἶδμα βάλητε,
  18. τόφρʼ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,
  19. ἔστʼ ἂν ἄνω τείνῃσι· περιρρήδην δʼ ἑτέρωσε
  20. κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων