Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤλυθον, Εὔφημός τε πόδας ταχὺς υἷέ τε δοιὼ
  2. Θρηικίου Βορέω, μεταμώνια μοχθήσαντε.
  3. Κάνθε, σὲ δʼ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.
  4. πώεσι φερβομένοισι συνήντεες· εἵπετο δʼ ἀνὴρ
  5. αὐλίτης, ὅ σʼ ἑῶν μήλων πέρι, τόφρʼ ἑτάροισιν
  6. δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν
  7. λᾶι βαλών· ἐπεὶ οὐ μὲν ἀφαυρότερός γʼ ἐτέτυκτο,
  8. υἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος
  9. κούρης τʼ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
  10. ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
  11. θυγατέρα σφετέρην· ἡ δʼ ἀγλαὸν υἱέα Φοίβῳ
  12. τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.
  13. Ἀμφίθεμις δʼ ἄρʼ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ·
  14. ἡ δʼ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
  15. ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
  16. οὐδʼ ὅγʼ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
  17. ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω
  18. πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο
  19. μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν.
  20. ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον