Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἴχνια γὰρ νυχίοισιν ἐπηλίνδητʼ ἀνέμοισιν
  2. κινυμένης ἀμάθου. Βορέαο μὲν ὡρμήθησαν
  3. υἷε δύω, πτερύγεσσι πεποιθότε. ποσσὶ δὲ κούφοις
  4. Εὔφημος πίσυνος, Λυγκεύς γε μὲν ὀξέα τηλοῦ
  5. ὄσσε βαλεῖν· πέμπτος δὲ μετὰ σφίσιν ἔσσυτο Κάνθος.
  6. τὸν μὲν ἄρʼ αἶσα θεῶν κείνην ὁδὸν ἠνορέη τε
  7. ὦρσεν, ἵνʼ Ἡρακλῆος ἀπηλεγέως πεπύθοιτο,
  8. Εἰλατίδην Πολύφημον ὅπῃ λίπε· μέμβλετο γάρ οἱ
  9. οὗ ἕθεν ἀμφʼ ἑτάροιο μεταλλῆσαι τὰ ἕκαστα.
  10. ἀλλʼ ὁ μὲν οὖν Μυσοῖσιν ἐπικλεὲς ἄστυ πολίσσας
  11. νόστου κηδοσύνῃσιν ἔβη διζήμενος ??ργὼ
  12. τῆλε διʼ ἠπείροιο· τέως δʼ ἐξίκετο γαῖαν
  13. ἀγχιάλων Χαλύβων· τόθι μιν καὶ Μοῖρʼ ἐδάμασσεν.
  14. καί οἱ ὑπὸ βλωθρὴν ἀχερωίδα σῆμα τέτυκται
  15. τυτθὸν ἁλὸς προπάροιθεν. ἀτὰρ τότε γʼ Ἡρακλῆα
  16. μοῦνον ἀπειρεσίης τηλοῦ χθονὸς εἴσατο Λυγκεὺς
  17. τὼς ἰδέειν, ὥς τίς τε νέῳ ἐνὶ ἤματι μήνην
  18. ἢ ἴδεν, ἢ ἐδόκησεν ἐπαχλύουσαν ἰδέσθαι.
  19. ἐς δʼ ἑτάρους ἀνιὼν μυθήσατο, μή μιν ἔτʼ ἄλλον
  20. μαστῆρα στείχοντα κιχησέμεν· οἱ δὲ καὶ αὐτοὶ